Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.23 Dem. 41.25 (English) >>Dem. 41.28

41.24ταῦτα μὲν τοίνυν Σπουδίας οὐδὲν ἧττον ἐμοῦ γιγνώσκων, ἀλλʼ οἶμαι μὲν καὶ ἀκριβέστερον, ὅσῳ καὶ πυκνότερον ἐνταυθοῖ παρέρχεται, πᾶσιν ἐναντία τοῖς πεπραγμένοις αὑτῷ λέγων οὐκ αἰσχύνεται. καίτοι πολλάκις ὑμεῖς ἓν μόνον σκευώρημα συνιδόντες, τούτῳ κατὰ τῶν ἄλλων τῶν ἐγκαλουμένων ἐχρήσασθε τεκμηρίῳ· τούτῳ δʼ ἅπανθʼ ὑφʼ αὑτοῦ συμβέβηκεν ἐξελέγχεσθαι. καί μοι λαβὲ τὴν μαρτυρίαν ὡς ὡμολογεῖτο τότε τὰ σημεῖα τῶν γραμμάτων ὑπὸ τῆς τούτου γυναικός, καὶ νῦν ὑπὸ Σπουδίου κατασημανθέντα κεῖται.Μαρτυρία

41.25τούτων τοίνυν οὕτως σαφῶς ἀποδεδειγμένων, ἡγοῦμαι μὲν οὐδὲν ἔτι δεῖν πλείω λέγειν· ὁπότε γὰρ καὶ νόμους ἔχω παρέχεσθαι καὶ μάρτυρας ἁπάντων τῶν εἰρημένων, καὶ τὸν ἀντίδικον αὐτὸν ὁμολογοῦντά μοι, τί δεῖ μακρῶν ἔτι λόγων; ὅμως δʼ ἂν ἄρα περὶ τῆς προικὸς ἀγανακτῇ καὶ φάσκῃ πλεονεκτεῖσθαι ταῖς χιλίαις δραχμαῖς, ψεύσεται· οὐδὲν γὰρ ἔχων ἔλαττον ἀμφισβητεῖ πρὸς αὐτάς, ἀλλὰ πλέον, ὡς αὐτίχʼ ὑμῖν ἔσται φανερόν. 41.26οὐ μὴν ἀλλʼ εἰ πάντα ταῦθʼ ὡς ἀληθῶς συνέβη, οὐ δήπου δίκαιον ἐμὲ τὴν ὁμολογηθεῖσαν προῖκα μὴ λαβεῖν, εἴπερ ὄφελός τι τῶν νόμων ἐστίν, οὐδέ γε τὸν Πολύευκτον, εἰ τῶν θυγατέρων ἐβούλετο τῇ μὲν ἐλάττω, τῇ δὲ πλείω προῖκʼ ἐπιδοῦναι, διακωλυθῆναι νῦν· σοὶ γὰρ αὐτῷ μὴ λαμβάνειν ἐξῆν, Σπουδία, μὴ προστιθεμένων ὥσπερ ἐμοὶ τῶν χιλιῶν. ἀλλʼ οὐδὲν ἔλαττον εἶχες, ὡς ἐγὼ διδάξω. πρῶτον δʼ ἐφʼ οἷς ἐξέδοτο τούτῳ, λαβέ μοι τὴν μαρτυρίαν.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.23 Dem. 41.25 (English) >>Dem. 41.28

Powered by PhiloLogic